Add parallel Print Page Options

34 Προσέχετε δὲ ἑαυτοῖς μήποτε βαρηθῶσιν [a]ὑμῶν αἱ καρδίαι ἐν κραιπάλῃ καὶ μέθῃ καὶ μερίμναις βιωτικαῖς, καὶ [b]ἐπιστῇ ἐφ’ ὑμᾶς αἰφνίδιος ἡ ἡμέρα ἐκείνη 35 ὡς παγίς· [c]ἐπεισελεύσεται γὰρ ἐπὶ πάντας τοὺς καθημένους ἐπὶ πρόσωπον πάσης τῆς γῆς. 36 ἀγρυπνεῖτε [d]δὲ ἐν παντὶ καιρῷ δεόμενοι ἵνα [e]κατισχύσητε ἐκφυγεῖν [f]ταῦτα πάντα τὰ μέλλοντα γίνεσθαι, καὶ σταθῆναι ἔμπροσθεν τοῦ υἱοῦ τοῦ ἀνθρώπου.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΛΟΥΚΑΝ 21:34 ὑμῶν αἱ καρδίαι NIV RP ] αἱ καρδίαι ὑμῶν WH Treg
  2. ΚΑΤΑ ΛΟΥΚΑΝ 21:34 ἐπιστῇ ἐφ᾽ ὑμᾶς αἰφνίδιος WH Treg NIV ] αἰφνίδιος ἐφ᾽ ὑμᾶς ἐπιστῇ RP
  3. ΚΑΤΑ ΛΟΥΚΑΝ 21:35 ἐπεισελεύσεται γὰρ WH Treg NIV ] γὰρ ἐπελεύσεται RP
  4. ΚΑΤΑ ΛΟΥΚΑΝ 21:36 δὲ WH Treg NIV ] οὖν RP
  5. ΚΑΤΑ ΛΟΥΚΑΝ 21:36 κατισχύσητε WH Treg NIV ] καταξιωθῆτε RP
  6. ΚΑΤΑ ΛΟΥΚΑΝ 21:36 ταῦτα WH Treg NIV ] – RP